Παρασκευή 29 Μαΐου 2026

Ὃς ἐξ οὐρανοῦ ὠνομάσθης (Τοῦ Ἁγίου Παντελεήμονος)

Ὃς ἐξ οὐρανοῦ ὠνομάσθης
(Τοῦ Ἁγίου Παντελεήμονος)

τϚ΄

Χαῖρε, Νικομηδείας ὑγιέ, Εὐβούλης κι’ Εὐστοργίου!
Δυὸ κόσμους ὁ ἔνδον ἥρμοσας, θύραθεν μετὰ θείου·
Σοφός, ὡραῖος τῷ σώματι, φίλος Χριστοῦ ἐν καρδίᾳ.
Καρδία ἣ ἅπαντας χωρεῖ, χεὶρ ἣ ἅπαντας ἰατρεύει,
πένητας κι’ ἀνημπόρετους καὶ ἀῤῥωστολαβωμένους,
ψυχὴ χρυσαναβλύζουσα κι’ ἀνάργυρε ὣς τὰ βένθη.

Ὑπὸ ἐχίδνης νεκρωθὲν ἀνέστησας παιδίον,
εἰς δὲ τυφλὸν ἔδωκας φῶς καὶ ὠφέλησας μυρίους,
κι’ ἔλαβες φθόνου ἀνταμοιβὴν κι’ εἰς τὸ μαρτύριον ἦλθες.
Ὅλα διὰ τὴν τερψίμβροτον ἀγάπην τῆς Τριάδος.
Κι’ ὁ οὐρανὸς ἐβόησεν κι’ ἐξ οὐρανοῦ ὠνομάσθης,
πρὶν Παντολέων καλούμενος ἐκλήθης Παντελεήμων.

Ἔῤῥευσεν γάλα ἐκ τοῦ λαιμοῦ ὡς ἀπεκεφαλίσθης,
κι’ ἡ ἐλαία ὅπου σ’ ἔδεσαν ἐβλάστησεν, καρπίζει·
ἂν ῥέῃ ἁγνότης ἐκ ψυχῆς τὸ θεῖον καρποὺς δωρίζει.
Ἀμῦντορ, ἀγαθοεργέ, ἰατρέ, πρόμαχε, ἀκέστορ,
τοὺς κατ’ εἰκόνα βοήθησον καὶ ἀπὸ τῆς νόσου σῶσον
καὶ πρέσβευε ὑπὲρ ἡμῶν, τοῦ τόπου μου ὁ βιγλάτωρ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου