Πέμπτη 23 Απριλίου 2026

Ὧδε κείμενος

Ὧδε κείμενος

τγ΄


Κείμενος ὧδε, τίς εἰμι; Ἰδέαν, θαῤῥῶ, οὐκ ἔχω,
θεωρῶν τὸ μέλλον μνῆμα μου, καινὸν ὅπου μαρμαίρει.
Σμίλην κρατῶ, σφῦραν ὁμοῦ, γραφὴν ἵνα χαράξω,
καὶ ὁ στίχος οὔτε ἤστραψεν καὶ ἡ λέξις οὔτ’ ἐφάνθη.
Ποῦ εἶ ὁ νοῦς μου ἄπαυστε; Ποῦ ἡ σκέψις ἀειλαλοῦσα;
Γλώσσαλγοι, ἓν ἐζήτησα, τὸ ἁδρὸν σιωπᾶν λαμβάνω.

Αὐδὴ ἐκ τοῦ λάκκου ἀνήλιος, σκώπτουσα ἐβρυχήθη.
«Ἐντός μου ὅτε κλείσω σε, τίς εἴπω ἐνθάδε κεῖται;
Ἐσμοὺς ἐν βίῳ ἐπόθησας, ποῖος εἶ οὐκ ἔμαθές το;»
Μετὰ δακρύων ὡμίλησα, τῷ μνήματι ἀπεκρίθην,
«Ὁ Ἄναξ, Ἰησοῦς Χριστός, γινώσκει, Αὐτὸς μόνος».
Κι’ ἐπὶ τῷ τάφῳ ἐσμίλευσα λόγους ἐκ τῆς καρδίας:

«Κείμενος ὧδε, τίς εἰμι; Χριστέ, γινώσκεις μόνος.
Σὺ πύργος εἶ καταφυγῆς, εἰμὶ ὁ βροντῶν τὴν θύραν.
Σὺ πέλαγος τὸ ἀπείρατον, φελλὸς ἐγὼ ἐν ψαμάθῳ.
Κηρὸς ἐγὼ τοῖς σκότεσι, Σὺ ὁ ὑπεραιγληφόρος.
Σὺ βίβλος, Λόγε, ἀνάγλυφος, ἡμεῖς τυφλοὶ ἀναγνῶσται,
καὶ ὁ δι’ ἀγάπης ψαύων Σου τὸν ἑαυτὸν μανθάνει».  

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου