Σάββατο 27 Ιουνίου 2026

Ψαλμὸς ΙΙ

Ψαλμὸς ΙΙ

τθ΄

Ἀστροπάγοι, δορυφόροι, πλανῆται καὶ συστήματα· ἀστέρες, ὁμάδες, γαλαξίαι, ὑπερσμήνη· πάντα τὰ φωσφόρα καὶ τὰ ἐξ ὕλης ἔχοντα εἶδος καὶ σῶμα, ἂς αἰνῶσι τὸν Κύριον ἀεὶ εἰς τὸν αἰῶνα. Ὅτι ἂν δὲν ἐκπνεύσῃς, Πανάγαθε, τὴν ζείδωρον πνοήν  Σου δι’ ἧς τὸ Πᾶν ζωοποιεῖς, ἀκέραιον αὐθωρεὶ τέφρα θὰ ἀπομείνῃ· κόνις νεκρὰ ἐν τοῖς σκότεσι περιπλανωμένη καὶ ἠχὼ ἀνέμου συρίζοντος ἐν σκιαῖς ὀνείρων. Ἐλέησον ἡμᾶς καὶ Τριὰς Ἁγία δόξα σοι, τὸ ἅπαν, ἡ Ἐκκλησία Σου, κράζει Σοι. Ὅμως ἐπιλήσμων ὁ ἄνθρωπος εἰς τὸ ὑμνεῖν Σε, Κύριε. Χρυσὸν κατέχει ἀκήρατον ἀλλ’ οὐχὶ τὴν ψυχὴν ἄσπιλον. Ἄργυρον λαμπετόοντα ἀλλ’ οὐχὶ τὴν καρδίαν διάπυρον. Χαλκὸν ἐρυθρὸν ἀλλὰ τὸν νοῦν μεμειγμένον. Σίδηρον πολύκμητον ἀλλὰ τὴν βούλησιν εὔκαμπτον. Μύρια ἐνθυμεῖται, τὸν δὲ Χορηγὸν τῶν πάντων ἐπιλανθάνεται. Συγχώρησον ἡμᾶς τοὺς ἀστοχοῦντας, ὁ Ἄναξ ἡμῶν. Ἐπιλήσμων ὁ ἄνθρωπος εἰς τὸ δοξάζειν Σε, Κύριε. Τὸ δρᾶμα τῶν πράξεων ὑποδύεται καὶ αὐτὸς ἑαυτὸν χειροκροτεῖ. Τὸν ἀγρὸν τῆς γνώσεως καλλιεργεῖ καὶ τοὺς καρποὺς ἀπὸ τῶν πεινώντων παρακρατεῖ. Τὸν ἐφέστιον βωμὸν θυμιάζει καὶ τῆς ἑαυτοῦ εἰκόνος δέεται. Τὴν ἀγάπην δωρίζει ὁ ἀντίδωρον ἀγάπης προσμένων. Μυρίων ὀρέγεται, τὴν δὲ δικαιοπάροχον Ἀγάπην τῶν πάντων ἀπολησμονεῖ. Συγχώρησον ἡμᾶς τοὺς ὑπερηφάνους, ὁ Ἄναξ ἡμῶν. Τὸ κέαρ μου νὰ ἐκριζώσω καὶ νὰ ἀπεκδυθῶ τοῦ νοῦ, τὴν δὲ ψυχὴν νὰ παραδώσω. Ὅτι ἄνευ τῆς χάριτός Σου, τεμάχιον σαρκὸς καὶ χάος φαντασιῶν καὶ σκιὰ καιομένη γενήσονται. Ὁ ἐννοῶν τὴν πτῶσιν αὐτοῦ μετανοεῖ καὶ ὁ μετανοῶν τὴν τεθλιμμένην ὁδὸν ἀκολουθεῖ. Τόπους ἀναζητῶ, Χριστέ, κευθμῶνας πολυτίμους ἡσυχίας, μακρὰν τῶν ὑαινῶν τῆς ἀγνωμοσύνης, ἵνα ψάλλω Σοι τὸν ἐπινίκιον τὸν ἀγγελικόν: Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος τῶν δυνάμεων…   


Σάββατο 13 Ιουνίου 2026

Ψαλμὸς

 Ψαλμὸς


τη΄


Παρεφέρθην, Κύριε, παρεφέρθην· Σὲ ἐλησμόνησα, Κύριε, Σὲ ἐλησμόνησα· ἀπεμακρύνθην, Χριστέ, ἀπεμακρύνθην. Κλαίω ἐν μέσῳ νυκτὸς ὀλοφυρόμενος, μισῶν τὸν ἑαυτόν μου, πότε μετὰ δακρύων φλεγομένων, πότε ἐν σιωπῇ στεγνός, ὡσεὶ κόραξ παντέρημος ὑπὸ νεφελοσκεπῆ καὶ ἄναστρον οὐρανόν. Καὶ ἐχθαίρω αὐτόν, ὅτι αἱ πράξεις μου ἀκατάποτοι καὶ ἄχθος ἐπιστήθιον καθήλωσάν με. Ἡ κρίσις ἀβάστακτη, ἄλλ’ ἐγένετο καὶ πλέον γέγραπται, ὁ δὲ καιρὸς ἀνεπίστρεπτος. Προσεύχομαι καὶ δέομαι ὁ μετανοῶν καὶ ἐν θλίψει ἀνακαλῶν πόσοι χρόνοι ἐστραγγίσθησαν ῥεύσαντες μακριά Σου, ὕδατα ἐν πίθῳ Δαναΐδων. Διὸ ἄξιος λυπήσεως εἶμαι, Κύριε, καὶ κατὰ πάντα τρισανάξιος. Ὅτι τίς δύναται νὰ ζῇ ἄνευ τῆς Ζωῆς; Τίς δύναται νὰ βαδίζῃ ἐκεῖ ὅπου ἡ Ὁδὸς δὲν ἐστρώθη; Καὶ πῶς νὰ εὑρεθῇ ἐνώπιον τοῦ ὑψίστου μελάθρου τῆς Ἀληθείας; Καὶ τίνος θύρας τὸ ῥόπτρον νὰ κρούσῃ; Ὅμως ἐκάλεσάς με πλησίον Σου, Κύριε, ἰσχυρῶς ἐν ἐγκάτοις αἰσθάνομαι. Λαλεῖ φεγγοβολοῦσα εἰς τὰ βένθη τῆς καρδίας μου ἡ ζωοδότειρα αὐδή Σου ὡσεὶ ἀστραπόβροντα εἰς νύκτα ἐρήμου. Προσμένω τὸ ἀτελεύτητον καὶ ἀεὶ ἀναβλύζον ἔλεός Σου ὡς ὑετόν, ἵνα βλαστήσῃ ἐπὶ τοῦ ἀγόνου χόου τῆς ψυχῆς μου τὸ ῥωμαλέον δενδρύλλιο τῆς ἐλπίδος. Ὅτι Σὺ ὁ Ἥρως μου, Σὺ ὁ Ἄναξ μου, Σὺ ὁ Φίλος μου, Σὺ ὁ Πατήρ μου, Σὺ ὁ Θεός μου. Μή, Κύριε, ἀφήσῃς ἐμὲ τὸν ἀνευλαβῆ καὶ ὀκνηρόν, τὸν ὑπὸ ὑπερηφανείας κρημνισθέντα καὶ ὑπὸ πάσης ἁμαρτίας καταπατηθέντα, ἐρείπιον ἀνεμόδαρτον τοῦ κατ’ εἰκόνος κλέους Σου. Ὄχι δὲν θὰ εἴπω, Κύριε, ὄχι μὴ εἴπῃς. Τὴν χείρα μου τείνω καὶ λάβε αὐτὴν ἵνα ἐγείρῃς με τὸν ἡμίνεκρον, ὥστε νὰ ἀτενίζω ἀείποτε τὸ ἀρχαῖον καὶ νῦν καὶ ἀεὶ Κάλλος Σου. Οὑτωσὶ θὰ ζήσω, Χριστέ, ὑπὸ τὸν ἄκτιστον Ἥλιόν Σου· τοῦ Ἅϊδου ἔξω.

Δευτέρα 1 Ιουνίου 2026

Τοῦ Ἁγίου Ἀγγέλου

Τοῦ Ἁγίου Ἀγγέλου

τζ΄

Ἅγιε Ἄγγελέ μου, σὺ ὂν ὑπακοῆς, ἐγὼ ἁμαρτίας.
Τὸν βίον νὰ φυλάττῃς, ἐμοῦ τοῦ ταπεινοῦ, Κύριος προστάζει.
Διὸ βλέπουσι χρόνῳ, πᾶν αἶσχος θλιβερόν, τὰ ὀμμάτιά σου:
Κείμενο ἐν βορβόρῳ, τὸ τέκνον τοῦ Θεοῦ, πλάσμα κατ’ εἰκόνα·
ἐν κύκλῳ νὰ γελῶσι, μετὰ χλεύης στυγνῆς, οἱ ἐκπεπτωκότες,
νὰ κράζωσί σε «Γέρας! Τοιοῦτο μὴ χαθῇ», σὺ δὲ δακρύζεις.          

Ἅγιε Ἄγγελέ μου, εἶδες ἄχρι τοῦ νῦν, σμήνη ἐρεβώδη.
Μελίσσιν αἱ ἁμαρτίαι, κυψέλας δνοφερὰς ἀβύσσων κενοῦσι,
πρὸς τὴν ψυχὴν πετῶσι, μετὰ ὀρυμαγδοῦ, καὶ κτίζουσιν οἶκον. 
Εἰς ῥυπαρὰς κηρήθρας, σκοτόμελον πικρόν, ἐργάζονται πάντα.
«Φύγετε» σὺ φωνάζεις, «Οὗτος οἶκος ἐστὶ Πνεύματος Ἁγίου».
Ἑσμὸς ὁμοῦ βομβοῦσι, «Οὗτος μᾶς ἀγαπᾷ, τὸ μέλι μας θέλει».

Ἅγιε Ἄγγελέ μου, ὁ ἔχων τὰ πτερά, τὸν ποταμὸν τρέψον,
τὸν μέγαν τῶν δακρύων, ἵνα καθαρισθῇ ἡ κόπρος Αὐγείου. 
Τῆς ὑπερηφανείας, νὰ κατακρημνισθῇ, τὸ βέβηλον ὄρος.
Τῆς ματαιοδοξίας, νὰ ἀποτεφρωθῇ, τὸ μιαρὸν δάσος.
Ὅλως τῆς φιλαυτίας, νὰ ἀποστραγγισθῇ, τὸ νοσηρὸν ἕλος.
Τῆς ταπεινοφροσύνης ν’ ἀνθῇ καλὸς λειμών, ὁδὸς Παρακλήτου.