Σάββατο 27 Ιουνίου 2026

Ψαλμὸς ΙΙ

Ψαλμὸς ΙΙ

τθ΄

Ἀστροπάγοι, δορυφόροι, πλανῆται καὶ συστήματα· ἀστέρες, ὁμάδες, γαλαξίαι, ὑπερσμήνη· πάντα τὰ φωσφόρα καὶ τὰ ἐξ ὕλης ἔχοντα εἶδος καὶ σῶμα, ἂς αἰνῶσι τὸν Κύριον ἀεὶ εἰς τὸν αἰῶνα. Ὅτι ἂν δὲν ἐκπνεύσῃς, Πανάγαθε, τὴν ζείδωρον πνοήν  Σου δι’ ἧς τὸ Πᾶν ζωοποιεῖς, ἀκέραιον αὐθωρεὶ τέφρα θὰ ἀπομείνῃ· κόνις νεκρὰ ἐν τοῖς σκότεσι περιπλανωμένη καὶ ἠχὼ ἀνέμου συρίζοντος ἐν σκιαῖς ὀνείρων. Ἐλέησον ἡμᾶς καὶ Τριὰς Ἁγία δόξα σοι, τὸ ἅπαν, ἡ Ἐκκλησία Σου, κράζει Σοι. Ὅμως ἐπιλήσμων ὁ ἄνθρωπος εἰς τὸ ὑμνεῖν Σε, Κύριε. Χρυσὸν κατέχει ἀκήρατον ἀλλ’ οὐχὶ τὴν ψυχὴν ἄσπιλον. Ἄργυρον λαμπετόοντα ἀλλ’ οὐχὶ τὴν καρδίαν διάπυρον. Χαλκὸν ἐρυθρὸν ἀλλὰ τὸν νοῦν μεμειγμένον. Σίδηρον πολύκμητον ἀλλὰ τὴν βούλησιν εὔκαμπτον. Μύρια ἐνθυμεῖται, τὸν δὲ Χορηγὸν τῶν πάντων ἐπιλανθάνεται. Συγχώρησον ἡμᾶς τοὺς ἀστοχοῦντας, ὁ Ἄναξ ἡμῶν. Ἐπιλήσμων ὁ ἄνθρωπος εἰς τὸ δοξάζειν Σε, Κύριε. Τὸ δρᾶμα τῶν πράξεων ὑποδύεται καὶ αὐτὸς ἑαυτὸν χειροκροτεῖ. Τὸν ἀγρὸν τῆς γνώσεως καλλιεργεῖ καὶ τοὺς καρποὺς ἀπὸ τῶν πεινώντων παρακρατεῖ. Τὸν ἐφέστιον βωμὸν θυμιάζει καὶ τῆς ἑαυτοῦ εἰκόνος δέεται. Τὴν ἀγάπην δωρίζει ὁ ἀντίδωρον ἀγάπης προσμένων. Μυρίων ὀρέγεται, τὴν δὲ δικαιοπάροχον Ἀγάπην τῶν πάντων ἀπολησμονεῖ. Συγχώρησον ἡμᾶς τοὺς ὑπερηφάνους, ὁ Ἄναξ ἡμῶν. Τὸ κέαρ μου νὰ ἐκριζώσω καὶ νὰ ἀπεκδυθῶ τοῦ νοῦ, τὴν δὲ ψυχὴν νὰ παραδώσω. Ὅτι ἄνευ τῆς χάριτός Σου, τεμάχιον σαρκὸς καὶ χάος φαντασιῶν καὶ σκιὰ καιομένη γενήσονται. Ὁ ἐννοῶν τὴν πτῶσιν αὐτοῦ μετανοεῖ καὶ ὁ μετανοῶν τὴν τεθλιμμένην ὁδὸν ἀκολουθεῖ. Τόπους ἀναζητῶ, Χριστέ, κευθμῶνας πολυτίμους ἡσυχίας, μακρὰν τῶν ὑαινῶν τῆς ἀγνωμοσύνης, ἵνα ψάλλω Σοι τὸν ἐπινίκιον τὸν ἀγγελικόν: Ἅγιος, Ἅγιος, Ἅγιος Κύριος τῶν δυνάμεων…   


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου